Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.199 Joseph. AJ 7.203 (English) >>Joseph. AJ 7.208

7.202ἀναβαίνοντος δʼ αὐτοῦ διὰ τοῦ Ἐλαιῶνος ὄρους γυμνοῖς τοῖς ποσὶ καὶ πάντων σὺν αὐτῷ δακρυόντων, ἀγγέλλεται καὶ Ἀχιτόφελος συνὼν τῷ Ἀψαλώμῳ καὶ τὰ τούτου φρονῶν. ἐπέτεινε δʼ αὐτῷ τὸ λυπηρὸν τοῦτʼ ἀκουσθέν, καὶ τὸν θεὸν ἐπεκαλεῖτο δεόμενος ἀπαλλοτριῶσαι τὴν Ἀψαλώμου διάνοιαν πρὸς τὸν Ἀχιτόφελον. ἐδεδίει γάρ, μὴ τἀναντία συμβουλεύων πείσειεν αὐτὸν ἀνὴρ ὢν φρενήρης καὶ συνιδεῖν τὸ λυσιτελὲς ὀξύτατος. 7.203γενόμενος δʼ ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἀπεσκόπει τὴν πόλιν καὶ μετὰ πολλῶν δακρύων ὡς ἂν βασιλείας ἐκπεσὼν ηὔχετο τῷ θεῷ· συνήντησε δʼ αὐτῷ φίλος ἀνὴρ καὶ βέβαιος Χουσὶς ὄνομα. 7.204τοῦτον ὁρῶν τὴν ἐσθῆτα κατερρηγμένον καὶ τὴν κεφαλὴν σποδοῦ πλήρη καὶ θρηνοῦντα τὴν μεταβολὴν παρηγορεῖ καὶ παύσασθαι τῆς λύπης παρακαλεῖ καὶ τέλος ἱκέτευσεν ἀπελθόντα πρὸς Ἀψάλωμον ὡς τὰ ἐκείνου φρονοῦντα τά τε ἀπόρρητα τῆς διανοίας αὐτοῦ κατανοεῖν καὶ ταῖς Ἀχιτοφέλου συμβουλίαις ἀντιπράσσειν· οὐ γὰρ τοσοῦτον ὠφελήσειν αὐτῷ συνερχόμενον, ὅσον παρʼ ἐκείνῳ γενόμενον. καὶ μὲν πεισθεὶς τῷ Δαυίδῃ, καταλιπὼν αὐτὸν ἧκεν εἰς Ἱεροσόλυμα· ἀφικνεῖται δʼ εἰς αὐτὰ μετʼ οὐ πολὺ καὶ Ἀψάλωμος. 7.205

Ὀλίγον δὲ τῷ Δαυίδῃ προελθόντι Σιβᾶς τοῦ Μεμφιβόσθου δοῦλος συνήντησεν, ὃν προνοησόμενον ἀπεστάλκει τῶν κτήσεων ἃς δεδώρητο τῷ Ἰωνάθου τοῦ Σαούλου παιδὸς υἱῷ, μετὰ ζεύγους ὄνων καταπεφορτισμένων τοῖς ἐπιτηδείοις, ἐξ ὧν ἐκέλευσε λαμβάνειν ὧν αὐτός τε καὶ οἱ σὺν αὐτῷ δέοιντο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.199 Joseph. AJ 7.203 (English) >>Joseph. AJ 7.208

Powered by PhiloLogic